Ancient Greek · ~2 min
Chapter 39
Plutarch, Ἄρατος 39.3
Not analysed yet
ἔγραφε δὲ κἀκεῖνος ἐπιστολὰς κατὰ τοῦ Κλεομένους· καὶ ἐφέροντο λοιδορίαι καὶ βλασφημίαι μέχρι γάμων καὶ γυναικῶν ἀλλήλους κακῶς λεγόντων. ἐκ τούτου κήρυκα πέμψας ὁ Κλεομένης πόλεμον προεροῦντα τοῖς Ἀχαιοῖς, μικροῦ μὲν ἔλαθε τὴν Σικυωνίων πόλιν ἁρπάσας διὰ προδοσίας, ἐγγύθεν δὲ ἀποτραπεὶς Πελλήνῃ προσέβαλε καὶ τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν ἐκπεσόντος ἔσχε τὴν πόλιν. ὀλίγῳ δὲ ὕστερον καὶ Φενεὸν ἔλαβε καὶ Πεντέλειον.