Ancient Greek · ~1 min
Chapter 39
Plutarch, Ἄρατος 39.4
Not analysed yet
εἶτʼ εὐθὺς Ἀργεῖοι προσεχώρησαν αὐτῷ καὶ Φλιάσιοι φρουρὰν ἐδέξαντο· καὶ ὅλως οὐδὲν ἔτι τῶν ἐπικτήτων βέβαιον ἦν τοῖς Ἀχαιοῖς, ἀλλὰ θόρυβος πολὺς ἄφνω περιειστήκει τὸν Ἄρατον, ὁρῶντα τὴν Πελοπόννησον κραδαινομένην καὶ τὰς πόλεις ἐξανισταμένας ὑπὸ τῶν νεωτεριζόντων πανταχόθεν.