Ancient Greek · ~2 min
Chapter 53
Plutarch, Ἄρατος 53.4
Not analysed yet
καὶ καλεῖται μέχρι νῦν Ἀράτειον, καὶ θύουσιν αὐτῷ θυσίαν, τὴν μέν, ᾗ τὴν πόλιν ἀπήλλαξε τῆς τυραννίδος ἡμέρᾳ πέμπτῃ Δαισίου μηνός, ὃν Ἀθηναῖοι καλοῦσιν Ἀνθεστηριῶνα, καὶ τὴν θυσίαν ἐκείνην Σωτήρια προσαγορεύουσι, τὴν δὲ τοῦ μηνὸς ἐν ἡ γενέσθαι τὸν ἄνδρα διαμνημονεύουσι. τῆς μὲν οὖν προτέρας ὁ τὸν Διὸς τοῦ Σωτῆρος κατήρχετο θυηπόλος, τῆς δὲ δευτέρας ὁ τὸν Ἀράτου, στρόφιον οὐχ ὁλόλευκον, ἀλλὰ μεσοπόρφυρον ἔχων,