Ancient Greek · ~1 min
Chapter 53
Plutarch, Ἄρατος 53.5
Not analysed yet
μέλη δὲ ᾔδετο πρὸς κιθάραν ὑπὸ τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν, καὶ συνεπόμπευεν ὁ γυμνασίαρχος ἡγούμενος τῶν τε παίδων καὶ τῶν ἐφήβων, εἶτα ἐφείπετο ἡ βουλὴ στεφανηφοροῦσα καὶ τῶν ἄλλων πολιτῶν ὁ βουλόμενος. ὧν ἔτι δείγματα μικρὰ ταῖς ἡμέραις ἐκείναις ἐξοσιούμενοι διαφυλάττουσιν αἱ δὲ πλεῖσται τῶν τιμῶν ὑπὸ χρόνου καὶ πραγμάτων ἄλλων ἐκλελοίπασιν.