Ancient Greek · ~2 min
22.5 to 22.6
Plutarch, Ἀρταξέρξης 22.5-6
Not analysed yet
Τιμαγόρᾳ δὲ τῷ Ἀθηναίῳ διὰ Βηλούριδος τοῦ γραμματέως εἰσπέμψαντι γραμματίδιον ἀπόρρητον ἡσθεὶς μυρίους τε δαρεικοὺς ἔδωκε, καὶ γάλακτος βοείου δεομένῳ διʼ ἀσθένειαν ὀγδοήκοντα βοῦς ἀμέλγεσθαι παρηκολούθουν ἔτι δὲ κλίνην καὶ στρώματα καὶ τοὺς στρωννύντας ἔπεμψεν, ὡς οὐ μεμαθηκότων Ἑλλήνων ὑποστρωννύναι, καὶ φορεῖς τοὺς κομίζοντας αὐτὸν μέχρι θαλάσσης μαλακῶς ἔχοντα. παρόντι δὲ δεῖπνον ἐπέμπετο λαμπρότατον, ὥστε καὶ τὸν ἀδελφὸν τοῦ βασιλέως, Ὀστάνην, ὦ Τιμαγόρα, φάναι, μέμνησο ταύτης τῆς τραπέζης· οὐ γὰρ ἐπὶ μικροῖς οὕτω σοι κεκοσμημένη παράκειται. τοῦτο δʼ ἦν ὀνειδισμὸς εἰς προδοσίαν μᾶλλον ἢ χάριτος ὑπόμνησις. Τιμαγόρου μὲν οὖν διὰ τὴν δωροδοκίαν Ἀθηναῖοι θάνατον κατέγνωσαν.