Ancient Greek · ~2 min
Chapter 23
Plutarch, Ἀρταξέρξης 23.1
Not analysed yet
ὁ δὲ Ἀρτοξέρξης ἓν ἀντὶ πάντων ὧν ἐλύπει τοὺς Ἕλληνας εὔφραινε, Τισαφέρνην τὸν ἔχθιστον αὐτοῖς καὶ δυσμενέστατον ἀποκτείνας. ἀπέκτεινε δὲ ταῖς διαβολαῖς αὐτοῦ τῆς Παρυσάτιδος συνεπιθεμένης. οὐ γὰρ ἐνέμεινε τῇ ὀργῇ πολὺν χρόνον ὁ βασιλεύς, ἀλλὰ διηλλάγη τῇ μητρὶ καὶ μετεπέμψατο, νοῦν μὲν ὁρῶν ἔχουσαν καὶ φρόνημα βασιλείας ἄξιον, αἰτίας δὲ μηδεμιᾶς οὔσης ἐμποδὼν ἔτι διʼ ἣν ὑπόψονται συνόντες ἀλλήλοις ἢ λυπήσουσιν.