Ancient Greek · ~3 min
28.1 to 28.2
Plutarch, Ἀρταξέρξης 28.1-2
Not analysed yet
πῦρ οὖν ἐπὶ πῦρ ἐγένετο τῷ νεανίσκῳ προσκείμενος ὁ Τηρίβαζος ἀεὶ καὶ λέγων ὡς οὐδὲν ὀνίνησιν ἡ κίταρις ἑστῶσα περὶ τῇ κεφαλῇ τοὺς ὑφʼ αὑτῶν μὴ ζητοῦντας ὀρθοῦσθαι τοῖς πράγμασι, κἀκεῖνον ἀβέλτερα φρονεῖν, εἰ, τοῦ μὲν ἀδελφοῦ διὰ τῆς γυναικωνίτιδος ἐνδυομένου τοῖς πράγμασι, τοῦ δὲ πατρὸς οὕτως ἔμπληκτον ἦθος καὶ ἀβέβαιον ἔχοντος, οἴεται βέβαιον αὐτῷ τὴν διαδοχὴν ὑπάρχειν. ὁ γὰρ Ἑλληνικοῦ χάριν γυναίου τὸν ἄψευστον ἐν Πέρσαις ψευσάμενος νόμον οὐ δή που πιστός ἐστι τὰς περὶ τῶν μεγίστων ὁμολογίας ἐμπεδώσειν. οὐ ταὐτὸ δʼ εἶναι τὸ μὴ τυχεῖν Ὤχῳ κἀκείνῳ τὸ στέρεσθαι τῆς βασιλείας· Ὦχον μὲν γὰρ οὐδένα κωλύσειν ἰδιώτην βιοῦν μακαρίως, ἐκείνῳ δʼ ἀποδεδειγμένῳ βασιλεῖ βασιλεύειν ἀνάγκην ἢ μηδὲ ζῆν εἶναι.