Ancient Greek
Chapter 28
Plutarch, Ἀρταξέρξης 28.3
Not analysed yet
καθόλου μὲν οὖν ἴσως, τὸ Σοφόκλειον, ταχεῖα πειθὼ τῶν κακῶν ὁδοιπορεῖ· λεία γάρ τις ἡ πορεία καὶ κατάντης ἐπὶ τὸ βουλόμενον. βούλονται δὲ οἱ πλεῖστοι τὰ φαῦλα διʼ ἀπειρίαν τῶν καλῶν καὶ ἄγνοιαν· οὐ μὴν ἀλλὰ τὸ μέγεθος τὸ τῆς ἀρχῆς καὶ τὸ πρὸς τὸν Ὦχον τοῦ Δαρείου δέος ὑπόθεσιν τῷ Τηριβάζῳ παρεῖχε· Κυπρογένεια δʼ οὐ πάμπαν ἀναίτιος, ἡ τῆς Ἀσπασίας ἀφαίρεσις.