Ancient Greek · ~2 min
Chapter 11
Plutarch, Βροῦτος 11
Not analysed yet
ἦν δέτις Γάϊος Λιγάριος τῶν Πομπηΐου φίλων, ὃν ἐπὶ τούτῳ κατηγορηθέντα Καῖσαρ ἀπέλυσεν. οὗτος, οὐχ ἧς ἀφείθη δίκης χάριν ἔχων, ἀλλὰ διʼ ἣν ἐκινδύνευσεν ἀρχὴν βαρυνόμενος, ἐχθρὸς ἦν Καίσαρι, τῶν δὲ περὶ Βροῦτον ἐν τοῖς μάλιστα συνήθης. πρὸς τοῦτον ἀσθενοῦντα Βροῦτος εἰσελθών, ὦ Λιγάριε, εἶπεν, ἐν οἵῳ καιρῷ νοσεῖς. κἀκεῖνος εὐθὺς εἰς ἀγκῶνα διαναστὰς καὶ λαβόμενος αὐτοῦ τῆς δεξιᾶς, ἀλλʼ εἴ τι, φησὶν, ὦ Βροῦτε, σεαυτοῦ φρονεῖς ἄξιον, ὑγιαίνω.