Ancient Greek · ~2 min
Chapter 28
Plutarch, Κάμιλλος 28.4
Not analysed yet
εἶτα, ὡς ἔδοξε τοῖς κρατίστοις, συνελθόντος εἰς λόγους Βρέννῳ Σουλπικίου τοῦ χιλιάρχου τῶν Ῥωμαίων, ὡμολογήθη τοὺς μὲν χιλίας λίτρας χρυσίου καταβαλεῖν, τοὺς δὲ λαβόντας ἐκ τῆς πόλεως αὐτίκα καὶ τῆς χώρας ἀναχωρεῖν. ἐπὶ τούτοις γενομένων ὅρκων καὶ τοῦ χρυσίου κομισθέντος, τῶν δὲ Κελτῶν περὶ τὸν σταθμὸν ἀγνωμονούντων κρύφα τὸ πρῶτον, εἶτα καὶ φανερῶς ἀφελκόντων καὶ διαστρεφόντων τὴν ῥοπήν, ἠγανάκτουν οἱ Ῥωμαῖοι πρὸς αὐτούς.