Ancient Greek · ~2 min
Chapter 28
Plutarch, Κάμιλλος 28.5
Not analysed yet
ὁ δὲ Βρέννος οἷον ἐφυβρίζων καὶ καταγελῶν ἀποδυσάμενος τὴν μάχαιραν ἅμα καὶ τὸν ζωστῆρα προσέθηκε τοῖς σταθμοῖς. πυνθανομένου δὲ τοῦ Σουλπικίου, τί τοῦτο ; τί γὰρ ἄλλο, εἶπεν, ἢ τοῖς νενικημένοις ὀδύνη ; τοῦτο μὲν οὖν ἤδη παροιμιώδης λόγος γέγονε. τῶν δὲ Ῥωμαίων οἱ μὲν ἠγανάκτουν καὶ τὸ χρυσίον ᾤοντο δεῖν λαβόντας αὖθις ἀπιέναι καὶ τὴν πολιορκίαν ὑπομένειν οἱ δὲ συγχωρεῖν ἐκέλευον ἀδικουμένους μέτρια, καὶ μὴ τῷ πλέον διδόναι προσλογίζεσθαι τὸ αἰσχρόν, αὐτό γε τὸ δοῦναι διὰ τὸν καιρὸν οὐ καλῶς ἀλλʼ ἀναγκαίως ὑπομένοντας.