Ancient Greek
Chapter 29
Plutarch, Κάμιλλος 29.4
Not analysed yet
πρὸς ταῦτα θορυβηθεὶς ὁ Βρέννος ἥψατο μὲν ἁψιμαχίας, καὶ προῆλθον ἄχρι ξιφουλκίας ἑκάτεροι καὶ διωθισμῶν ἀναμεμιγμένοι πρὸς ἀλλήλους, ὥσπερ εἰκός, ἐν οἰκίαις καὶ στενωποῖς ἀναστρεφόμενοι καὶ χωρίοις δέξασθαι παράταξιν οὐ δυναμένοις. ταχὺ δὲ συμφρονήσας ὁ Βρέννος ἀπήγαγε τοὺς Κελτοὺς εἰς τὸ στρατόπεδον οὐ πολλῶν πεσόντων, καὶ νυκτὸς ἀναστήσας ἅπαντας ἐξέλιπε τὴν πόλιν, καὶ προελθὼν ἑξήκοντα σταδίους κατεστρατοπέδευσε παρὰ τὴν Γαβινίαν ὁδόν.