Ancient Greek
Chapter 29
Plutarch, Κάμιλλος 29.5
Not analysed yet
ἅμα δʼ ἡμέρᾳ παρῆν ὁ Κάμιλλος ἐπʼ αὐτόν ὡπλισμένος λαμπρῶς καὶ τεθαρρηκότας ἔχων τότε τοὺς Ῥωμαίους· καὶ γενομένης ἰσχυρᾶς μάχης ἐπὶ πολὺν χρόνον αὐτούς τε τρέπεται πολλῷ φόνῳ καὶ λαμβάνει τὸ στρατόπεδον. τῶν δὲ φευγόντων οἱ μὲν εὐθὺς ἀνῃρέθησαν καταδιωχθέντες, τοὺς δὲ πλείστους διασπαρέντας ἐπεκθέοντες ἐκ τῶν πέριξ κωμῶν καὶ πόλεων ἔκτεινον.