Ancient Greek · ~2 min
Chapter 33
Plutarch, Κάμιλλος 33.7
Not analysed yet
ἕτεροι δὲ τούτων τὰ πλεῖστα δρᾶσθαι καὶ λέγεσθαί φασιν ἐπὶ τῷ τοῦ Ῥωμύλου πάθει· κατὰ ταύτην γὰρ ἀφανισθῆναι τὴν ἡμέραν αὐτὸν ἔξω πύλης, ζόφου καὶ θυέλλης ἄφνω περισχούσης, ὡς δʼ ἔνιοι νομίζουσιν, ἐκλείψεως ἡλίου γενομένης, καὶ τὴν ἡμέραν ἀπὸ τοῦ τόπου νώνας Καπρατίνας κληθῆναι, τὴν γὰρ αἶγα κάπραν ὀνομάζουσιν ὁ δὲ Ῥωμύλος ἠφανίσθη δημηγορῶν Περὶ τὸ τῆς αἰγὸς ἕλος προσαγορευόμενον, ὡς ἐν τοῖς Περὶ ἐκείνου γέγραπται.