Ancient Greek · ~3 min
34.1 to 34.3
Plutarch, Κάμιλλος 34.1-3
Not analysed yet
τὸν δʼ ἕτερον λόγον οἱ πλεῖστοι τῶν συγγραφέων δοκιμάζοντες οὕτω λέγουσιν. ἀποδειχθεὶς δικτάτωρ τὸ τρίτον ὁ Κάμιλλος καὶ πυθόμενος τὸ μετὰ τῶν χιλιάρχων στράτευμα πολιορκούμενον ὑπὸ τῶν Λατίνων καὶ τῶν Οὐολούσκων, ἠναγκάσθη καὶ τοὺς οὐκ ἐν ὥρᾳ τῶν πολιτῶν, ἀλλʼ ἤδη παρηβηκότας καθοπλίσαι. περιελθὼν δὲ μακρὰν περίοδον περὶ τὸ Μάρκιον ὄρος καὶ λαθὼν τοὺς πολεμίους ἵδρυσε τὴν στρατιὰν κατόπιν αὐτῶν, καὶ πυρὰ πολλὰ καύσας διεσήμηνε τὴν ἑαυτοῦ παρουσίαν. οἱ μὲν οὖν πολιορκούμενοι θαρρήσαντες ἐπιέναι διενοοῦντο καὶ μάχην συνάπτειν· οἱ δὲ Λατῖνοι καὶ Οὐολοῦσκοι συστείλαντες εἴσω τοῦ χάρακος ἑαυτούς ἀπεσταύρουν ξύλοις πολλοῖς καὶ διεφράγνυντο πανταχόθεν τὸ στρατόπεδον, ἀμφίβολοι γεγονότες ὑπὸ τῶν πολεμίων καὶ περιμένειν ἐγνωκότες ἑτέραν οἴκοθεν δύναμιν, ἅμα δὲ καὶ Τυρρηνῶν προσδεχόμενοι βοήθειαν. τοῦτο δʼ αἰσθόμενος ὁ Κάμιλλος καὶ δεδοικὼς παθεῖν ὅπερ ἐποίησεν αὐτὸς τοὺς πολεμίους κυκλωσάμενος ἔσπευδε προλαβεῖν τὸν καιρόν.