Ancient Greek · ~2 min
Chapter 34
Plutarch, Κάμιλλος 34.4
Not analysed yet
ὄντος δὲ τοῦ περιφράγματος ξυλίνου καὶ πνεύματος μεγάλου κατιόντος ἀπὸ τῶν ὀρῶν ἅμα φάει, πυροβόλα παρασκευασάμενος καὶ περὶ τὸν ὄρθρον ἐξαγαγὼν τὴν δύναμιν τοὺς μὲν ἄλλους ἐκέλευσε χρῆσθαι βέλεσι καὶ κραυγῇ καθʼ ἕτερον μέρος, αὐτὸς δὲ τοὺς τὸ πῦρ ἀφήσειν μέλλοντας ἔχων ὅθεν εἰώθει μάλιστα προσπίπτειν ὁ ἄνεμος τῷ χάρακι τῶν πολεμίων ἀνέμενε τὴν ὥραν. ἐπεὶ δὲ συνεστώσης τῆς μάχης ὅ τε ἥλιος ἀνῄει καὶ τὸ πνεῦμα λαμπρὸν ἐξέπιπτε, σημήνας ἐπιδρομὴν κατέσπειρε τοῦ χάρακος ἄφθονα τῶν πυροβόλων.