Ancient Greek · ~2 min
Chapter 37
Plutarch, Κάμιλλος 37.4
Not analysed yet
τοῦ δὲ Λευκίου προπετῶς χρησαμένου τῇ μάχῃ καί σφαλέντος, αἰσθόμενος τὴν τροπὴν τῶν Ῥωμαίων οὐ κατέσχεν αὑτόν, ἀλλʼ ἀναθορὼν ἐκ τῆς στιβάδος ἀπήντα μετὰ τῶν ὀπαδῶν ἐπὶ τὰς πύλας τοῦ χάρακος, διὰ τῶν φευγόντων ὠθούμενος εἰς τοὺς διώκοντας, ὥστε τοὺς μὲν εὐθὺς ἀναστρέφειν καί συνακολουθεῖν, τοὺς δὲ προσφερομένους ἔξωθεν ἵστασθαι πρὸ αὐτοῦ καὶ συνασπίζειν, παρεγγυῶντας ἀλλήλοις μὴ ἀπολείπεσθαι τοῦ στρατηγοῦ.