Ancient Greek · ~2 min
Chapter 37
Plutarch, Κάμιλλος 37.5
Not analysed yet
τότε μὲν οὖν οὕτως ἀπετράποντο τῆς διώξεως οἱ πολέμιοι· τῇ δʼ ὑστεραίᾳ προαγαγὼν τὴν δύναμιν ὁ Κάμιλλος καί συνάψας μάχην αὐτούς τε νικᾷ κατὰ κράτος καὶ τὸν χάρακα λαμβάνει συνεισπεσὼν τοῖς φεύγουσι καί διαφθείρας τοὺς πλείστους, ἐκ δὲ τούτου πυθόμενος πόλιν Σατρίαν ὑπὸ Τυρρηνῶν ἑαλωκέναι καί τοὺς οἰκήτορας ἀπεσφάχθαι Ῥωμαίους ἅπαντας ὄντας, τὴν μὲν πολλὴν καί βαρεῖαν τῆς δυνάμεως εἰς Ῥώμην ἀπέστειλεν, αὐτὸς δὲ τοὺς ἀκμάζοντας μάλιστα καί προθυμοτάτους ἀναλαβών ἐπέβαλε τοῖς τὴν πόλιν ἔχουσι Τυρρηνοῖς καί κρατήσας τοὺς μὲν ἐξήλασεν αὐτῶν, τοὺς δὲ ἀπέκτεινεν.