Ancient Greek
38.1 to 38.2
Plutarch, Κάμιλλος 38.1-2
Not analysed yet
ἐπανελθὼν δὲ μετὰ πολλῶν λαφύρων εἰς Ῥώμην ἐπέδειξε φρονιμωτάτους ἁπάντων τοὺς μὴ φοβηθέντας ἀσθένειαν καὶ γῆρας ἡγεμόνος ἐμπειρίαν καὶ τόλμαν ἔχοντος, ἀλλʼ ἑλομένους ἐκεῖνον ἄκοντα καὶ νοσοῦντα μᾶλλον ἢ τῶν ἐν ἡλικίᾳ τοὺς δεομένους καὶ σπουδάζοντας ἄρχειν. διὸ καὶ Τουσκλανῶν ἀφεστάναι λεγομένων ἐκέλευον ἐξιέναι τὸν Κάμιλλον ἐπʼ αὐτούς ἕνα τῶν πέντε συστρατήγων προσελόμενον. ὁ δέ, καίπερ ἁπάντων βουλομένων καὶ δεομένων, ἐάσας τοὺς ἄλλους, προσείλετο Λεύκιον Φούριον οὐδενὸς ἂν προσδοκήσαντος, · ἐκεῖνος γὰρ ἦν ὁ παρὰ γνώμην τοῦ Καμίλλου διαγωνίσασθαι προθυμηθεὶς ἔναγχος καὶ δυστυχήσας περὶ τὴν μάχην ἀλλὰ βουλόμενος, ὡς ἔοικεν, ἀποκρύψαι τὴν συμφορὰν καὶ τὴν αἰσχύνην ἀπαλλάξαι τοῦ ἀνδρός ἀντὶ πάντων τοῦτον προῆγεν.