Ancient Greek
Chapter 39
Plutarch, Κάμιλλος 39.2
Not analysed yet
καὶ τῶν πραγμάτων διʼ ἀναρχίας φερομένων ἐς μείζονας ταραχάς ἀποδείκνυται δικτάτωρ ὁ Κάμιλλος ὑπὸ τῆς βουλῆς ἄκοντι τῷ δήμῳ τὸ τέταρτον, οὐδʼ αὐτὸς ὢν πρόθυμος οὐδὲ βουλόμενος ἐναντιοῦσθαι πρὸς ἀνθρώπους παρρησίαν ἔχοντας ἀπὸ πολλῶν καὶ μεγάλων ἀγώνων πρὸς αὐτόν, ὡς πλείονα μετʼ αὐτῶν διαπεπραγμένος ἐν στρατηγίαις ἢ μετὰ τῶν πατρικίων ἐν πολιτείαις, καὶ νῦν διὰ φθόνον ἐκείνων ᾑρημένος ὑπʼ αὐτῶν, ὅπως ἢ καταλύσειε τὸν δῆμον ἰσχύσας ἢ καταλυθείη μὴ κρατήσας.