Ancient Greek
Chapter 39
Plutarch, Κάμιλλος 39.3
Not analysed yet
οὐ μὴν ἀλλὰ πειρώμενος ἀμύνειν τοῖς παροῦσι, τὴν ἡμέραν γνοὺς, ἐν ᾗ νομοθετεῖν οἱ δήμαρχοι διενοοῦντο, προέγραψε στρατιᾶς κατάλογον καὶ μετεκάλει τὸν δῆμον ἐκ τῆς ἀγορᾶς εἰς τὸ πεδίον μεγάλας ζημίας ἀπειλῶν κατὰ τοῦ μὴ ὑπακούσαντος.