Ancient Greek · ~2 min
41.1 to 41.2
Plutarch, Κάμιλλος 41.1-2
Not analysed yet
ἐπεὶ δὲ πλησίον ἦσαν οἱ Κελτοί, περὶ τὸν Ἀνίωνα ποταμὸν στρατόπεδον βαρὺ καὶ μεστὸν ἀφθόνου λείας ἔχοντες, ἐξαγαγὼν τὴν δύναμιν ἵδρυσε κατὰ νάπης μαλακῆς καὶ συγκλίσεις πολλὰς ἐχούσης, ὥστε τὸ μὲν πλεῖστον ἀποκρύπτεσθαι, τὸ δʼ ὁρώμενον δοκεῖν ὑπὸ δέους εἰς χωρία προσάντη κατειλεῖσθαι. ταύτην δὲ τὴν δόξαν αὐτῶν ὁ Κάμιλλος αὔξειν βουλόμενος οὐ προσήμυνε τῶν ὑπὸ πόδας πορθουμένων, ἀλλὰ τὸν χάρακα φραξάμενος ἠρέμει, μέχρι οὗ τοὺς μὲν ἐν προνομαῖς ἐσκεδασμένους κατεῖδε, τοὺς δʼ ἐν τῷ στρατοπέδῳ πᾶσαν ὥραν ἐμπιπλαμένους ἀφειδῶς καὶ μεθύοντας.