Ancient Greek · ~2 min
Chapter 41
Plutarch, Κάμιλλος 41.3
Not analysed yet
τότε δὲ νυκτὸς ἔτι τοὺς ψιλοὺς προεκπέμψας ἐμποδὼν εἶναι τοῖς βαρβάροις εἰς τάξιν καθισταμένοις καὶ διαταράττειν εὐθὺς ἐπεξιόντας, κατεβίβαζεν ὄρθρου τοὺς ὁπλίτας καὶ παρέταττεν ἐν τοῖς ἐπιπέδοις, πολλοὺς καὶ προθύμους, οὐχ ὥσπερ οἱ βάρβαροι προσεδόκων, ὀλίγους καὶ ἀτόλμους φανέντας. πρῶτον μὲν οὖν τοῦτο τῶν Κελτῶν ἀνέτρεψε τὰ φρονήματα παρʼ ἀξίαν ἐπιχειρεῖσθαι δοκούντων. ἔπειτα προσπίπτοντες οἱ ψιλοὶ καὶ πρὶν ἢ τὸν συνήθη λαβεῖν κόσμον καὶ διακριθῆναι κατὰ λόχους κινοῦντες αὐτοὺς καὶ βιαζόμενοι πρὸς τὸ συντυχὸν ἀτάκτους ἠνάγκασαν μάχεσθαι.