Ancient Greek · ~2 min
Chapter 42
Plutarch, Κάμιλλος 42.1
Not analysed yet
τῶν μὲν οὖν στρατιωτικῶν ἀγώνων οὗτος ἠγωνίσθη τῷ Καμίλλῳ τελευταῖος, τὴν γὰρ Οὐελιτρανῶν πόλιν εἷλεν ἐν παρέργῳ ταύτης τῆς στρατείας ἀμαχεὶ προσχωρήσασαν αὐτῷ. τῶν δὲ πολιτικῶν ὁ μέγιστος ὑπελείπετο καὶ χαλεπώτερος πρὸς τὸν δῆμον ἰσχυρὸν ἐπανήκοντα τῇ νίκῃ καὶ βιαζόμενον ἐκ δημοτῶν ὕπατον ἀποδεῖξαι παρὰ τὸν καθεστῶτα νόμον, ἀντιταττομένης τῆς βουλῆς καὶ τὸν Κάμιλλον οὐκ ἐώσης ἀποθέσθαι τὴν ἀρχήν, ὡς μετʼ ἰσχυρᾶς καὶ μεγάλης ἐξουσίας τῆς ἐκείνου μαχησομένων ἂν βέλτιον ὑπὲρ τῆς ἀριστοκρατίας.