Ancient Greek · ~2 min
Chapter 42
Plutarch, Κάμιλλος 42.2
Not analysed yet
ἐπεὶ δὲ προκαθημένου τοῦ Καμίλλου καὶ χρηματίζοντος ἐπὶ τῆς ἀγορᾶς ὑπηρέτης πεμφθεὶς παρὰ τῶν δημάρχων ἐκέλευσεν ἀκολουθεῖν καὶ τὴν χεῖρα τῷ σώματι προσῆγεν ὡς ἀπάξων, κραυγὴ δὲ καὶ θόρυβος, οἷος οὔπω, κατέσχε τὴν ἀγοράν, τῶν μὲν περὶ τὸν Κάμιλλον ὠθούντων ἀπὸ τοῦ βήματος τὸν δημόσιον, τῶν δὲ πολλῶν κάτωθεν ἕλκειν ἐπικελευομένων, ἀπορούμενος τοῖς παροῦσι τὴν μὲν ἀρχὴν οὐ προήκατο, τοὺς δὲ βουλευτὰς ἀναλαβὼν ἐβάδιζεν ἐπὶ τὴν σύγκλητον.