Ancient Greek
Chapter 7
Plutarch, Κάμιλλος 7.5
Not analysed yet
εὔξατο μὲν γὰρ ἐπὶ τοὺς Οὐηΐους, ὡς ἔοικε, βαδίζων, εἰ τήν πόλιν ἕλοι, τῷ θεῷ τούτων τήν δεκάτην καθιερώσειν, ἁλούσης δὲ τῆς πόλεως καὶ διαρπασθείσης, εἴτʼ ὀκνήσας ἐνοχλῆσαι τοῖς πολίταις, εἴτε λήθη τις αὐτὸν ὑπὸ τῶν παρόντων πραγμάτων ἔλαβε τῆς εὐχῆς, περιεῖδεν ὠφεληθέντας. ὕστερον δὲ χρόνῳ τῆς ἀρχῆς ἐκείνης ἤδη πεπαυμένος ἀνήνεγκε περὶ τούτων εἰς τήν σύγκλητον, οἵ τε μάντεις ἤγγελλον ἐπὶ τοῖς ἱεροῖς προφαίνεσθαι θεῶν μῆνιν ἱλασμοῦ καὶ χαριστηρίων δεομένην.