Ancient Greek · ~2 min
8.1 to 8.2
Plutarch, Κάμιλλος 8.1-2
Not analysed yet
ψηφισαμένης δὲ τῆς βουλῆς τὴν μὲν ὠφέλειαν χαλεπὸν γὰρ ἦν ἀνάδαστον μὴ γενέσθαι, τοὺς δὲ λαβόντας αὐτοὺς σὺν ὅρκῳ τὴν δεκάτην παραφέρειν εἰς μέσον, ἐγίνετο πολλὰ λυπηρὰ καὶ βίαια περὶ τοὺς στρατιώτας, ἀνθρώπους πένητας καὶ πολλὰ πεπονηκότας, ἀναγκαζομένους ὧν ἐκέκτηντο καὶ κατεκέχρηντο μέρος εἰσφέρειν τοσοῦτον. θορυβουμένῳ δʼ ὑπʼ αὐτῶν τῷ Καμίλλῳ καὶ προφάσεως ἀποροῦντι βελτίονος εἰς τὸν ἀτοπώτατον τῶν λόγων συνέβαινε καταφεύγειν, ὁμολογοῦντι ἐπιλαθέσθαι τῆς εὐχῆς, οἱ δʼ ἐχαλέπαινον, εἰ τὰ τῶν πολεμίων δεκατεύσειν εὐξάμενος τότε νῦν δεκατεύει τὰ τῶν πολιτῶν, οὐ μὴν ἀλλὰ πάντων ὅσον ἔδει μέρος εἰσενεγκόντων ἔδοξε κρατῆρα χρυσοῦν κατασκευάσαντας εἰς Δελφοὺς ἀποστεῖλαι.