Ancient Greek · ~2 min
18.4 to 18.5
Plutarch, Κάτων 18.4-5
Not analysed yet
εὐθὺς οὖν ὁ Κάτων ἐπιστρέψας καὶ τὸν Μάρκελλον εὑρὼν ἐκβεβιασμένον γράψαι τὴν δόσιν, ᾔτησε τὰς δέλτους καὶ ἀπήλειψεν, αὐτοῦ παρεστῶτος σιωπῇ· καὶ τοῦτο πράξας κατήγαγεν αὑτὸν ἐκ τοῦ ταμιείου καὶ κατέστησεν εἰς οἶκον, οὔτε τότε μεμψάμενον οὔτε ὕστερον, ἀλλʼ ἐμμείναντα τῇ συνηθείᾳ καὶ φιλίᾳ μέχρι παντός. οὐ μὴν οὐδὲ ἀπαλλαγεὶς τῆς ταμιείας ἀφῆκε τῆς φρουρᾶς ἔρημον τὸ ταμιεῖον, ἀλλʼ οἰκέται μὲν αὐτοῦ καθʼ ἡμέραν ἀπογραφόμενοι τὰς διοικήσεις παρῆσαν, αὐτὸς δὲ βιβλία λόγους περιέχοντα δημοσίων οἰκονομιῶν ἀπὸ τῶν Σύλλα χρόνων εἰς τὴν ἑαυτοῦ ταμιείαν ὠνησάμενος πέντε ταλάντων ἀεὶ διὰ χειρὸς εἶχεν.