Ancient Greek · ~2 min
Chapter 19
Plutarch, Κάτων 19.1
Not analysed yet
εἰς δὲ σύγκλητον εἰσῄει τε πρῶτος καὶ τελευταῖος ἀπηλλάττετο· πολλάκις δὲ τῶν ἄλλων σχολῇ συναγομένων καθεζόμενος ἀνεγίνωσκεν ἡσυχῇ, τὸ ἱμάτιον τοῦ βιβλίου προϊσχόμενος. ἀπεδήμησε δὲ οὐδέποτε βουλῆς γενομένης, ἐπεὶ δὲ ὕστερον οἱ περὶ Πομπήϊον ἑώρων αὐτὸν ἐν οἷς ἐσπούδαζον ἀδίκως ἀμετάπειστον καὶ δυσεκβίαστον ἀεί, διεμηχανῶντο φιλικαῖς τισι συνηγορίαις ἢ διαίταις ἢ πραγματείαις ἔξω περισπᾶν. συνεὶς οὖν ταχὺ τὴν ἐπιβουλὴν ἀπεῖπε πᾶσι καὶ παρετάξατο βουλῆς ἀγομένης μηδὲν ἄλλο πράττειν.