Ancient Greek · ~3 min
26.2 to 26.3
Plutarch, Κάτων 26.2-3
Not analysed yet
ἐντεῦθεν εἰς τὴν δημαρχίαν ἐμπεσὼν ὁ Μέτελλος ἐκκλησίας τε θορυβώδεις συνῆγε, καὶ νόμον ἔγραψε Πομπήϊον Μᾶγνον ἰέναι κατὰ τάχος μετὰ τῶν δυνάμεων εἰς Ἰταλίαν καὶ παραλαβόντα σῴζειν τὴν πόλιν, ὡς ὑπὸ Κατιλίνα κινδυνεύουσαν. ἦν δὲ τοῦτο λόγος εὐπρεπής, ἔργον δὲ τοῦ νόμου καί τέλος ἐγχειρίσαι τὰ πράγματα Πομπηΐῳ καὶ παραδοῦναι τὴν ἡγεμονίαν. γενομένης δὲ βουλῆς καὶ τοῦ Κάτωνος οὐχ, ὥσπερ εἰώθει, τῷ Μετέλλῳ σφοδρῶς ἐμπεσόντος, ἀλλʼ ἐπιεικῆ πολλὰ καὶ μέτρια παραινέσαντος, τέλος δὲ καὶ πρὸς δεήσεις τραπομένου καὶ τὴν Μετέλλων οἰκίαν ἀεὶ γενομένην ἀριστοκρατικὴν ἐπαινέσαντος, ἔτι μᾶλλον ἐξαρθεὶς καὶ καταφρονήσας ὁ Μέτελλος ὡς ἐνδιδόντος αὐτοῦ καὶ πτήσσοντος εἰς ὑπερηφάνους ἀπειλὰς καὶ λόγους θρασεῖς ἐξέπεσεν, ὡς βίᾳ πάντα τῆς βουλῆς διαπραξόμενος.