Ancient Greek
Chapter 26
Plutarch, Κάτων 26.4
Not analysed yet
οὕτω δὴ μεταβαλὼν ὁ Κάτων καὶ σχῆμα καὶ φωνὴν καὶ λόγον, ἐπειπὼν δὲ πᾶσι τοῖς ἄλλοις διατεταμένως ὅτι ζῶντος αὐτοῦ Πομπήϊος οὐ παρέσται μεθʼ ὅπλων εἰς τὴν πόλιν, ἐκεῖνο τῇ βουλῇ παρέστησεν, ὡς οὐδέτερος μὲν καθέστηκεν οὐδὲ χρῆται λογισμοῖς ἀσφαλέσιν, ἔστι δὲ ἡ μὲν Μετέλλου πολιτεία μανία διʼ ὑπερβολὴν κακίας φερομένη πρὸς ὄλεθρον καὶ σύγχυσιν ἁπάντων, ἡ δὲ Κάτωνος ἀρετῆς ἐνθουσιασμός ὑπὲρ τῶν καλῶν καὶ δικαίων ἀγωνιζομένης.