Ancient Greek · ~2 min
Chapter 29
Plutarch, Κάτων 29.2
Not analysed yet
ἦν οὖν δόξα μεγάλη τοῦ Κάτωνος ἄχθος οὐ μικρὸν ἀπεσκευασμένου τῆς δημαρχίας, καὶ τρόπον τινὰ τὴν Πομπηΐου δύναμιν ἐν Μετέλλῳ καθῃρηκότος. ἔτι δὲ μᾶλλον εὐδοκίμησε τὴν σύγκλητον ὡρμημένην ἀτιμοῦν καὶ ἀποψηφίζεσθαι τὸν Μέτελλον οὐκ ἐάσας, ἀλλʼ ἐναντιωθεὶς καὶ παραιτησάμενος. οἵ τε γὰρ πολλοὶ φιλανθρωπίας ἐποιοῦντο καὶ μετριότητος τὸ μὴ ἐπεμβῆναι τῷ ἐχθρῷ μηδὲ ἐνυβρίσαι κατὰ κράτος περιγενόμενον, τοῖς τε φρονίμοις ὀρθῶς ἐφαίνετο καὶ συμφερόντως μὴ παροξῦναι Πομπήϊον.