Ancient Greek · ~2 min
Chapter 29
Plutarch, Κάτων 29.3
Not analysed yet
ἐκ τούτου Λεύκολλος ἐπανελθὼν ἐκ τῆς στρατείας, ἧς ἔδοξε τό τέλος καὶ τὴν δόξαν ἀφῃρῆσθαι Πομπήϊος, εἰς κίνδυνον ἦλθε τοῦ μὴ θριαμβεῦσαι, Γαΐου Μεμμίου καταστασιάζοντος αὐτὸν ἐν τῷ δήμῳ καὶ δίκας ἐπάγοντος, εἰς τὴν Πομπηΐου χάριν μᾶλλον ἢ κατὰ ἔχθος ἴδιον. ὁ δὲ Κάτων, οἰκειότητός τε πρὸς Λεύκολλον αὐτῷ γεγενημένης, ἔχοντα Σερβιλίαν τὴν ἀδελφὴν αὐτοῦ, καὶ τὸ πρᾶγμα δεινὸν ἡγούμενος, ἀντέστη τῷ Μεμμίῳ, καὶ πολλὰς ὑπέμεινε διαβολὰς καὶ κατηγορίας.