Ancient Greek · ~4 min
35.1 to 35.3
Plutarch, Κάτων 35.1-3
Not analysed yet
τοιαύτῃ δὲ καταληφθεὶς ἀνάγκῃ Κικέρωνι μὲν ἐλαυνομένῳ παρῄνεσε μὴ στασιάσαι μηδὲ εἰς ὅπλα καὶ φόνους τὴν πόλιν ἐμβαλεῖν, ἀλλʼ ὑπεκστάντα τῷ καιρῷ πάλιν γενέσθαι σωτῆρα τῆς πατρίδος, Κανίδιον δέ τινα τῶν φίλων προπέμψας εἰς Κύπρον ἔπειθε τὸν Πτολεμαῖον ἄνευ μάχης εἴκειν, ὡς οὔτε χρημάτων οὔτε τιμῆς ἐνδεᾶ βιωσόμενον· ἱερωσύνην γὰρ αὐτῷ τῆς ἐν Πάφῳ θεοῦ δώσειν τὸν δῆμον. αὐτὸς δὲ διέτριβεν ἐν Ῥόδῳ παρασκευαζόμενος ἅμα καὶ τὰς ἀποκρίσεις ἀναμένων. ἐν δὲ τούτῳ Πτολεμαῖος ὁ Αἰγύπτου βασιλεὺς ὑπʼ ὀργῆς τινος καὶ διαφορᾶς πρὸς τοὺς πολίτας ἀπολελοιπὼς μὲν Ἀλεξάνδρειαν, εἰς δὲ Ῥώμην πλέων, ὡς Πομπηΐου καὶ Καίσαρος αὖθις αὑτὸν μετὰ δυνάμεως καταξόντων, ἐντυχεῖν τῷ Κάτωνι βουληθεὶς προσέπεμψεν, ἐλπίζων ἐκεῖνον ὡς αὑτὸν ἥξειν. ὁ δὲ Κάτων ἐτύγχανε μὲν ὢν τότε περὶ κοιλίας κάθαρσιν, ἥκειν δὲ τὸν Πτολεμαῖον, εἰ βούλοιτο, κελεύσας πρὸς αὐτόν, ὡς δὲ ἦλθεν, οὔτε ἀπαντήσας οὔτε ὑπεξαναστάς, ἀλλʼ ὡς ἕνα τῶν ἐπιτυχόντων ἀσπασάμενος καὶ καθίσαι κελεύσας, πρῶτον αὐτοῖς τούτοις διετάραξε, θαυμάζοντα πρὸς τὸ δημοτικὸν καὶ λιτὸν αὑτοῦ τῆς κατασκευῆς τὴν ὑπεροψίαν καὶ βαρύτητα τοῦ ἤθους.