Ancient Greek · ~2 min
Chapter 35
Plutarch, Κάτων 35.4
Not analysed yet
ἐπεὶ δὲ καὶ διαλέγεσθαι περὶ τῶν καθʼ αὑτὸν ἀρξάμενος ἠκροάσατο λόγων νοῦν πολὺν ἐχόντων καὶ παρρησίαν, ἐπιτιμῶντος αὐτῷ τοῦ Κάτωνος καὶ διδάσκοντος ὅσην εὐδαιμονίαν ἀπολιπὼν ὅσαις ἑαυτὸν ὑποτίθησι λατρείαις καὶ πόνοις καὶ δωροδοκίαις καὶ πλεονεξίαις τῶν ἐν Ῥώμῃ δυνατῶν, οὓς μόλις ἐξαργυρισθεῖσαν ἐμπλήσειν Αἴγυπτον, συμβουλεύοντος δὲ πλεῖν ὀπίσω καὶ διαλλάττεσθαι τοῖς πολίταις, αὑτοῦ δὲ καὶ συμπλεῖν καὶ συνδιαλλάττειν ἑτοίμως ἔχοντος,