Ancient Greek · ~2 min
43.2 to 43.3
Plutarch, Κάτων 43.2-3
Not analysed yet
ὡς δὲ πολλὰ λέγων καὶ διδάσκων καὶ προθεσπίζων κατανάλωσε τὸν χρόνον, οὐκέτι λέγειν αὐτὸν εἴων, ἀλλʼ ἐπιμένοντα κατέσπασεν ὑπηρέτης προσελθών. ὡς δὲ καὶ κάτωθεν ἱστάμενος ἐβόα καὶ τοὺς ἀκούοντας καὶ συναγανακτοῦντας εἶχε, πάλιν ὁ ὑπηρέτης ἐπιλαβόμενος καὶ ἀγαγὼν αὐτὸν ἔξω τῆς ἀγορᾶς κατέστησε. καὶ οὐκ ἔφθη πρῶτον ἀφεθείς, καὶ πάλιν ἀναστρέψας ἵετο πρὸς τὸ βῆμα μετὰ κραυγῆς ἐγκελευόμενος τοῖς πολίταις ἀμύνειν. πολλάκις δὲ τούτου γενομένου περιπαθῶν ὁ Τρεβώνιος ἐκέλευσεν αὐτὸν εἰς τὸ δεσμωτήριον ἄγεσθαι καὶ πλῆθος ἐπηκολούθει λέγοντος ἅμα σὺν τῷ βαδίζειν ἀκροώμενον, ὥστε δείσαντα τὸν Τρεβώνιον ἀφεῖναι.