Ancient Greek · ~2 min
Chapter 43
Plutarch, Κάτων 43.4
Not analysed yet
κἀκείνην μὲν οὕτω τὴν ἡμέραν ὁ Κάτων κατανάλωσε· ταῖς δʼ ἐφεξῆς οὓς μὲν δεδιξάμενοι τῶν πολιτῶν, οὓς δὲ συσκευασάμενοι χάρισι καὶ δωροδοκίαις, ἕνα δὲ τῶν δημάρχων Ἀκύλλιον ὅπλοις εἴρξαντες ἐκ τοῦ βουλευτηρίου προελθεῖν, αὐτὸν δὲ τὸν Κάτωνα βροντὴν γεγονέναι βοῶντα τῆς ἀγορᾶς ἐκβαλόντες, οὐκ ὀλίγους δὲ τρώσαντες, ἐνίων δὲ καὶ πεσόντων, βίᾳ τὸν νόμον ἐκύρωσαν, ὥστε πολλοὺς συστραφέντας ὀργῇ τοὺς Πομπηΐου βάλλειν ἀνδριάντας.