Ancient Greek
Chapter 52
Plutarch, Κάτων 52.2
Not analysed yet
εἶπεν οὖν ὁ Κάτων· ἀλλὰ εἴ γε οἷς ἐγὼ προὔλεγον ἀεὶ καὶ συνεβούλευον ἐπείσθη τις ὑμῶν, ἄνδρες, οὔτʼ ἂν ἕνα ἐφοβεῖσθε νῦν οὔτε ἐν ἑνὶ τὰς ἐλπίδας εἴχετε. Πομπηΐου δὲ εἰπόντος μαντικώτερα μὲν εἰρῆσθαι Κάτωνι, φιλικώτερα δὲ αὐτῷ πεπρᾶχθαι, συνεβούλευεν ὁ Κάτων ἑνὶ Πομπηΐῳ τὰ πράγματα τὴν σύγκλητον ἐγχειρίσαι· τῶν γὰρ αὐτῶν εἶναι καὶ ποιεῖν τὰ μεγάλα κακὰ καὶ παύειν.