Ancient Greek · ~2 min
Chapter 52
Plutarch, Κάτων 52.3
Not analysed yet
ὁ μὲν οὖν Πομπήϊος οὔτε δύναμιν ἔχων ἑτοίμην οὔτε οὓς κατέλεγε τότε προθύμους ὁρῶν ἐξέλιπε τὴν Ῥώμην, ὁ δὲ Κάτων ἕπεσθαι καὶ συμφεύγειν ἐγνωκώς τὸν μὲν νεώτερον υἱὸν εἰς Βρεττίους ὑπεξέθετο πρὸς Μουνάτιον, τὸν δὲ πρεσβύτερον εἶχε σὺν ἑαυτῷ. τῆς οἰκίας καὶ τῶν θυγατέρων κηδεμόνος δεομένων ἀνέλαβε πάλιν τὴν Μαρκίαν χηρεύουσαν ἐπὶ χρήμασι πολλοῖς· ὁ γὰρ Ὁρτήσιος θνῄσκων ἐκείνην ἀπέλιπε κληρονόμον.