Ancient Greek · ~3 min
6.1 to 6.2
Plutarch, Κάτων 6.1-2
Not analysed yet
ἐν δὲ τοῖς δείπνοις ἐκληροῦτο περὶ τῶν μερίδων εἰ δὲ ἀπολάχοι, πρῶτον αἴρειν τῶν φίλων κελευόντων, ἔλεγε μὴ καλῶς ἔχειν, ἀκούσης τῆς Ἀφροδίτης, καὶ κατʼ ἀρχὰς μὲν ἅπαξ ἐπιπιὼν τὸ δεῖπνον ἀνέλυε, προϊόντι δὲ τῷ χρόνῳ μάλιστα προσίετο τὸ πίνειν, ὥστε πολλάκις ἐν οἴνῳ διάγειν εἰς ὄρθρον. αἰτίαν δὲ ἔλεγον οἱ φίλοι τούτου τὴν πολιτείαν καὶ τὰ δημόσια πράγματα, πρὸς οἷς ὅλας τὸν Κάτωνα τὰς ἡμέρας ὄντα, καὶ κωλυόμενον φιλολογεῖν, νύκτωρ καὶ παρὰ πότον συγγίνεσθαι τοῖς φιλοσόφοις. διὸ καὶ Μεμμίου τινὸς ἐν συλλόγῳ φήσαντος ὅλας τὸν Κάτωνα μεθύσκεσθαι τὰς νύκτας, ὑπολαβὼν ὁ Κικέρων, ἐκεῖνο δὲ οὐ λέγεις, εἶπεν, ὅτι καὶ τὰς ἡμέρας ὅλας κυβεύει;