Ancient Greek · ~2 min
Chapter 6
Plutarch, Κάτων 6.3
Not analysed yet
καθόλου δὲ τοῖς τότε βίοις καὶ τοῖς ἐπιτηδεύμασιν ὁ Κάτων τὴν ἐναντίαν ὁδὸν οἰόμενος δεῖν βαδίζειν, ὡς οὖσι φαύλοις καὶ μεγάλης δεομένοις μεταβολῆς, ἐπεὶ πορφύραν ἑώρα τὴν κατακόρως ἐρυθρὰν καὶ ὀξεῖαν ἀγαπωμένην, αὐτὸς ἐφόρει τὴν μέλαιναν, πολλάκις δʼ ἀνυπόδητος καὶ ἀχίτων εἰς τὸ δημόσιον προῄει μετʼ ἄριστον, οὐ δόξαν ἐκ ταύτης τῆς καινότητος θηρώμενος, ἀλλὰ ἐθίζων ἑαυτὸν ἐπὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι μόνοις, τῶν δὲ ἄλλων ἀδόξων καταφρονεῖν.