Ancient Greek
Chapter 68
Plutarch, Κάτων 68.3
Not analysed yet
διατριβῆς δὲ γινομένης καὶ μηδενὸς κομίζοντος, ἐξαναγνοὺς τὸ βιβλίον αὖθις ἐκάλει καθʼ ἕνα τῶν οἰκετῶν καὶ μᾶλλον ἐνέτεινε τὴν φωνὴν τὸ ξίφος ἀπαιτῶν· ἑνὸς δὲ καὶ πὺξ τὸ στόμα πατάξας ᾕμαξε τὴν αὐτοῦ χεῖρα, χαλεπαίνων καὶ βοῶν ἤδη μέγα παραδίδοσθαι τῷ πολεμίῳ γυμνὸς ὑπὸ τοῦ παιδὸς αὐτοῦ καὶ τῶν οἰκετῶν, ἄχρι οὗ κλαίων ὁ υἱὸς εἰσέδραμε μετὰ τῶν φίλων καὶ περιπεσὼν ὠδύρετο καὶ καθικέτευεν.