Ancient Greek · ~2 min
68.4 to 68.5
Plutarch, Κάτων 68.4-5
Not analysed yet
ὁ δὲ Κάτων ἐξαναστὰς ἐνέβλεψέ τε δεινὸν καὶ πότε, εἶπεν, ἐγὼ καὶ ποῦ λέληθα παρανοίας ἡλωκώς, ὅτι διδάσκει μέν οὐδεὶς οὐδεὶς μεταπείθει περὶ ὧν δοκῶ κακῶς βεβουλεῦσθαι, κωλύομαι δὲ χρῆσθαι τοῖς ἐμαυτοῦ λογισμοῖς καὶ παροπλίζομαι; τί δʼ οὐχὶ καὶ συνδεῖς, ὦ γενναῖε, τόν πατέρα καὶ τὰς χεῖρας ἀποστρέφεις, μέχρι ἂν ἐλθὼν Καῖσαρ εὕρῃ με μηδὲ ἀμύνασθαι δυνάμενον; οὐ γὰρ ἐπʼ ἐμαυτόν γε δέομαι ξίφους, ὅπου καὶ τὸ πνεῦμα βραχὺν χρόνον ἐπισχόντα καὶ τὴν κεφαλὴν ἅπαξ πατάξαντα πρὸς τὸν τοῖχον ἀποθανεῖν ἔνεστι.