Ancient Greek · ~2 min
Chapter 9
Plutarch, Κάτων 9.1
Not analysed yet
ἀποδειχθεὶς δὲ χιλίαρχος εἰς Μακεδονίαν ἐπέμπετο πρὸς Ῥούβριον τὸν στρατηγόν. ἔνθα δὴ λέγεται τῆς γυναικὸς ἀχθομένης καὶ δακρυούσης ἕνα τῶν φίλων τοῦ Κάτωνος Μουνάτιον εἰπεῖν· ὦἈτιλία, θάρσει· τοῦτον ἐγώ σοι φυλάξω. πάνυ μὲν οὖν, φάναι τὸν Κάτωνα, καὶ προελθόντων μιᾶς ἡμέρας ὁδόν, εὐθὺς εἰπεῖν μετὰ τὸ δεῖπνον ἄγε, ὅπως, ὦ Μουνάτιε, τῇ Ἀτιλίᾳ τὴν ὑπόσχεσιν ἐμπεδώσεις, μήτε ἡμέρας ἐμοῦ μήτε νυκτὸς ἀφιστάμενος.