Ancient Greek
Chapter 9
Plutarch, Κάτων 9.2
Not analysed yet
ἐκ δὲ τούτου δύο κλίνας εἰς ταὐτὸ δωμάτιον ἐκέλευε τίθεσθαι, καὶ τὸν Μουνάτιον οὕτως ἀεὶ καθεύδειν μετὰ παιδιᾶς φυλασσόμενον ὑπὸ τοῦ Κάτωνος. εἵποντο δὲ αὐτῷ πεντεκαίδεκα μὲν οἰκέται, δύο δ ὲ ἀπελεύθεροι, φίλοι δὲ τέσσαρες, ὧν ὀχουμένων ἵπποις αὐτὸς ἀεὶ περιπατῶν ἑκάστῳ παρέβαλλεν ἐν μέρει προσδιαλεγόμενος. ἐπεὶ δὲ ἧκεν εἰς τὸ στρατόπεδον, πλειόνων ταγμάτων ὄντων, ἑνὸς ἄρχων ἀποδειχθεὶς ὑπὸ τοῦ στρατηγοῦ, τῆς μὲν ἰδίας ἀρετῆς, μιᾶς οὔσης, μικρὸν ἔργον ἡγεῖτο καὶ οὐκ ἀνύσιμον τὴν ἐπίδειξιν,