Ancient Greek · ~2 min
Chapter 9
Plutarch, Κάτων 9.3
Not analysed yet
αὑτῷ δὲ ποιῆσαι τοὺς ἀρχομένους ὁμοίους μάλιστα φιλοτιμούμενος οὐ τὸν φόβον ἀφεῖλε τῆς ἐξουσίας, ἀλλὰ προσέθηκε τὸν λόγον ᾧ πείθων περὶ ἑκάστου καὶ διδάσκων, ἑπομένης τιμῆς καὶ κολάσεως, χαλεπὸν ἦν εἰπεῖν πότερον εἰρηνικοὺς μᾶλλον ἢ πολεμικούς καὶ προθυμοτέρους ἢ δικαιοτέρους παρεσκεύασε τοὺς ἄνδρας· οὕτως ἐφαίνοντο φοβεροὶ μὲν τοῖς πολεμίοις, ἥμεροι δὲ τοῖς συμμάχοις, ἄτολμοι δὲ πρὸς τὸ ἀδικεῖν, φιλότιμοι δὲ πρὸς τοὺς ἐπαίνους.