Ancient Greek · ~1 min
Chapter 2
Plutarch, Ἀγησιλάου καὶ Πομπηΐου σύγκρισις 2.3
Not analysed yet
τίθεμαι δὲ κἀκεῖνο τὸ ἀμιμητον ἔργον εἰς πολιτικὴν ἀρετὴν τοῦ Ἀγησιλάου, τὸ δεξάμενον τὴν σκυτάλην ἀπολιπεῖν τὰς ἐν Ἀσίᾳ πράξεις, οὐ γάρ, ὡς Πομπήϊος, ἀφʼ ὧν ἑαυτὸν ἐποίει μέγαν ὠφέλει τὸ κοινόν, ἀλλὰ τὸ τῆς πατρίδος σκοπῶν τηλικαύτην ἀφῆκε δύναμιν καὶ δόξαν ἡλίκην οὐδεὶς πρότερον οὐδὲ ὕστερον πλὴν Ἀλέξανδρος ἔσχεν.