Ancient Greek · ~1 min
Chapter 3
Plutarch, Ἀγησιλάου καὶ Πομπηΐου σύγκρισις 3.1
Not analysed yet
ἀπʼ ἄλλης τοίνυν ἀρχῆς, ἐν ταῖς στρατηγίαις καὶ τοῖς πολεμικοῖς, ἀριθμῷ μὲν τροπαίων καὶ μεγέθει δυνάμεων ἃς ἐπηγάγετο Πομπήϊος, καὶ πλήθει παρατάξεων ἃς ἐνίκησεν, οὐδʼ ἂν ὁ Ξενοφῶν μοι δοκεῖ παραβαλεῖν τὰς Ἀγησιλάου νίκας, ᾧ διὰ τἆλλα καλὰ καθάπερ γέρας ἐξαίρετον δέδοται καὶ γράφειν ὃ βούλοιτο καὶ λέγειν περὶ τοῦ ἀνδρός.