Ancient Greek · ~1 min
Chapter 3
Plutarch, Ἀλκιβιάδου καὶ Κοριολὰνου σύγκρισις 3.1
Not analysed yet
χρήματα τοίνυν ὁ μέν Ἀλκιβιάδης καὶ λαβεῖν οὐκ εὖ πολλάκις ἐκ δωροδοκιῶν καὶ διαθέσθαι κακῶς εἰς τρυφὴν καὶ ἀκολασίαν ἱστόρηται· Μάρκιον δὲ σὺν τιμῇ διδόντες οἱ στρατηγοὶ λαβεῖν οὐκ ἔπεισαν. διὸ καὶ μάλιστα τοῖς πολλοῖς ἐπαχθὴς ἦν ἐν ταῖς περὶ χρεῶν διαφοραῖς πρὸς τὸν δῆμον, ὡς οὐκ ἐπὶ κέρδεσιν, ἀλλὰ διʼ ὕβριν καὶ περιφροσύνην τοῖς πένησιν ἐπηρεάζων.