Ancient Greek · ~2 min
Chapter 3
Plutarch, Ἀλκιβιάδου καὶ Κοριολὰνου σύγκρισις 3.2
Not analysed yet
Ἀντίπατρος μέν οὖν ἐν ἐπιστολῇ τινι γράφων περὶ τῆς Ἀριστοτέλους τοῦ φιλοσόφου τελευτῆς, πρὸς τοῖς ἄλλοις, φησὶν, ὁ ἀνὴρ καὶ τὸ πείθειν εἶχε. τὰς δὲ Μαρκίου πράξεις καὶ ἀρετὰς τοῦτο μὴ προσὸν ἐπαχθεῖς ἐποίησεν αὐτοῖς τοῖς εὖ παθοῦσι, τὸν ὄγκον αὐτοῦ καὶ τὴν ἐρημίᾳ σύνοικον, ὡς Πλάτων εἶπεν, αὐθάδειαν μὴ ὑπομείναντας τοῦ δʼ Ἀλκιβιάδου τοὐναντίον ἐπισταμένου χρῆσθαι τοῖς προστυγχάνουσιν οἰκείως, οὐδὲν θαυμαστὸν ἐν οἷς κατώρθου τὴν δόξαν ἀνθεῖν μετʼ εὐνοίας καὶ τιμῆς εὐημεροῦσαν, ὅπου καὶ τῶν ἁμαρτημάτων ἔνια πολλάκις χάριν εἶχε καὶ ὥραν.